Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.253 | Dem. 19.256 (English) | >>Dem. 19.258 |
19.255οὐ λέγειν εἴσω τὴν χεῖρʼ ἔχοντʼ , Αἰσχίνη , δεῖ , οὔ , ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρʼ ἔχοντα . σὺ δʼ ἐκεῖ προτείνας καὶ ὑποσχὼν καὶ καταισχύνας τούτους ἐνθάδε σεμνολογεῖ , καὶ λογάρια δύστηνα μελετήσας καὶ φωνασκήσας οὐκ οἴει δίκην δώσειν τηλικούτων καὶ τοσούτων ἀδικημάτων , κἂν πιλίδιον λαβὼν περὶ τὴν κεφαλὴν περινοστῇς καὶ ἐμοὶ λοιδορῇ ; λέγε σύ .ἀκούετʼ , ὦ ἄνδρες Ἀθηναῖοι , περὶ τῶν τοιούτων ἀνθρώπων οἷα Σόλων λέγει , καὶ περὶ τῶν θεῶν , οὕς φησι τὴν πόλιν σῴζειν . ἐγὼ δʼ ἀεὶ μὲν ἀληθῆ τὸν λόγον τοῦτον ἡγοῦμαι καὶ βούλομαι , ὡς ἄρʼ οἱ θεοὶ σῴζουσιν ἡμῶν τὴν πόλιν · τρόπον δέ τινʼ ἡγοῦμαι καὶ τὰ νῦν συμβεβηκότα πάντʼ ἐπὶ ταῖς εὐθύναις ταυταισὶ δαιμονίας τινὸς εὐνοίας ἔνδειγμα τῇ πόλει γεγενῆσθαι .
ἘλεγεῖαSolon
ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτʼ ὀλεῖται
αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων ·
τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη
Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει .
αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίῃσιν
ἀστοὶ βούλονται ,χρήμασι πειθόμενοι ,
δήμου θʼ ἡγεμόνων ἄδικος νόος ,οἷσιν ἑτοῖμον
ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν .
οὐ γὰρ ἐπίστανται κατέχειν κόρον ,οὐδὲ παρούσας
εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ .
. . .
πλουτοῦσιν δʼ ἀδίκοις ἔργμασι πειθόμενοι .
. . .
οὔθʼ ἱερῶν κτεάνων οὔτε τι δημοσίων
φειδόμενοι †κλέπτουσιν ἐφʼ ἁρπαγῇ †ἄλλοθεν ἄλλος ,
οὐδὲ φυλάσσονται σεμνὰ θέμεθλα Δίκης ,
ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τʼ ἐόντα ,
τῷ δὲ χρόνῳ πάντως ἦλθʼ ἀποτεισομένη .
τοῦτʼ ἤδη πάσῃ πόλει ἔρχεται ἕλκος ἄφυκτον ,
εἰς δὲ κακὴν ταχέως †ἤλυθε †δουλοσύνην ,
ἢ στάσιν ἔμφυλον πόλεμόν θʼ εὕδοντʼ ἐπεγείρει ,
ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην .
ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυ
τρύχεται ἐν συνόδοις τοῖς ἀδικοῦσι φίλαις .
ταῦτα μὲν ἐν δήμῳ στρέφεται κακά ·τῶν δὲ πενιχρῶν
ἱκνοῦνται πολλοὶ γαῖαν ἐς ἀλλοδαπήν ,
πραθέντες δεσμοῖσί τʼ ἀεικελίοισι δεθέντες .
. . .
οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδʼ ἑκάστῳ ,
αὔλειοι δʼ ἔτʼ ἔχειν οὐκ ἐθέλουσι θύραι ,
ὑψηλὸν δʼ ὑπὲρ ἕρκος ὑπέρθορεν ,εὗρε δὲ πάντως ,
εἰ καί τις φεύγων ἐν μυχῷ ᾖ θαλάμου .
ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει ,
ὡς κακὰ πλεῖστα πόλει δυσνομίη παρέχει ,
εὐνομίη δʼ εὔκοσμα καὶ ἄρτια πάντʼ ἀποφαίνει ,
καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας ,
τραχέα λειαίνει ,παύει κόρον ,ὕβριν ἀμαυροῖ ,
αὐαίνει δʼ ἄτης ἄνθεα φυόμενα ,
εὐθύνει δὲ δίκας σκολιάς ,ὑπερήφανά τʼ ἔργα
πραΰνει ,παύει δʼ ἔργα διχοστασίης ,
παύει δʼ ἀργαλέης ἔριδος χόλον ·ἔστι δʼ ὑπʼ αὐτῆς
πάντα κατʼ ἀνθρώπους ἄρτια καὶ πινυτά .
19.256
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.253 | Dem. 19.256 (English) | >>Dem. 19.258 |